×

Χρησιμοποιούμε cookies για να βελτιώσουμε τη λειτουργία του LingQ. Επισκέπτοντας τον ιστότοπο, συμφωνείς στην πολιτική για τα cookies.

image

Apocalipsis (Koine), Revelation 2

Revelation 2

2·1 ¶ Τῷ ἀγγέλῳ τῆς Ἐφεσίνης ἐκκλησίας γράψον, ¶ Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·

2 Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπειράσω τοὺς φάσκοντας εἶναι ἀποστόλους καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς,

3 καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις, καὶ διὰ τὸ ὄνομά μου κεκοπίακας καὶ οὐ κέκμηκας.

4 ἀλλ̓ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας,

5 μνημόνευε οὖν πόθεν ἐκπέπτωκας, καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.

6 ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.

7 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου τοῦ Θεοῦ.

8 ¶ Καὶ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Σμυρναίων γράψον, ¶ Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·

9 Οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν (πλούσιος δὲ εἶ), καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.

10 μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν· ἰδού, μέλλει βαλεῖν ἐξ ὑμῶν ὁ διάβολος εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.

11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

12 ¶ Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, ¶ Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·

13 οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου, ὁ πιστός, ὃς ἀπεκτάνθη παῤ ὑμῖν, ὅπου κατοικεῖ ὁ Σατανᾶς.

14 ἀλλ̓ ἔχω κατὰ σου ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.

15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν· ὃ μισῶ.

16 μετανόησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ̓ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.

17 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς ἔγνω εἰ μὴ ὁ λαμβάνων.

18 ¶ Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον, ¶ Τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·

19 Οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην καὶ τὴν διακονίαν, καὶ τὴν πίστιν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων.

20 ἀλλ̓ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἐᾷς τὴν γυναῖκα Ἰεζαβήλ, τὴν λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκειν καὶ πλανᾶσθαι ἐμοὺς δούλους πορνεῦσαι καὶ εἰδωλόθυτα φαγεῖν.

21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ ἐκ τῆς πορνείας αὐτῆς, καὶ οὐ μετενόησεν.

22 ἰδού, ἐγὼ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ̓ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῶν.

23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.

24 ὑμῖν δὲ λέγω καὶ λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, καὶ οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ Σατανᾶ, ὡς λέγουσιν, Οὐ βαλῶ ἐφ̓ ὑμᾶς ἄλλο βάρος.

25 πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρις οὗ ἂν ἥξω.

26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν·

27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά, συντρίβεται· ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου·

28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.

29 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Learn languages from TV shows, movies, news, articles and more! Try LingQ for FREE

Revelation 2 Offenbarung 2 Revelation 2 Apocalipsis 2 启示录2

**2·1** ¶ Τῷ ἀγγέλῳ τῆς Ἐφεσίνης ἐκκλησίας γράψον, ¶ Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· |to the angel||Ephesian|of the church|write|These things|||holding|||||||||walking||in the midst of|||lampstands||golden 2-1 ¶ To the angels of the church of Ephesus write, ¶ Thus saith he that holdeth the seven stars in his right hand, that walketh through the seven golden lamps.

**2** Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπειράσω τοὺς φάσκοντας εἶναι ἀποστόλους καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς, I know||works|your|||labor||||patience|||that|not|are able|bear|evil ones||I tried||claiming|to be|apostles||not|they are||you found|them|false 2 I have seen your works, and your toil, and your patience, and that you cannot endure the wicked, and I will test those who say they are apostles and you are not, and you have found them liars,

**3** καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις, καὶ διὰ τὸ ὄνομά μου κεκοπίακας καὶ οὐ κέκμηκας. |you have borne||patience|you have||||name||you have labored|||you have grown weary 3 And thou hast suffered, and hast been patient, and hast been longsuffering for my name's sake, and hast not been longsuffering.

**4** ἀλλ̓ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας, but||against|you|that||love|||first|you have forsaken 4 But I have it in my heart that thou hast left thy love first,

**5** μνημόνευε οὖν πόθεν ἐκπέπτωκας, καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. remember|therefore|from where|you have fallen||repent|||first|works|do|if||if not|I am coming|to you|quickly||remove||lamp||||place|of it|if||you repent 5 Remember thou whence thou hast sinned, and repent, and do the first works: or else come quickly, and I will remove thy lamp out of this place, if thou repent not.

**6** ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. but|this|you have|that|hate||||Nicolaitans|which|and I|hate 6 But this thou hast, that thou hatest the works of the Nicolaitans, and I hate them.

**7** ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. |the one who has|ears|let him hear|what||Spirit|says|the churches| 7 Who hath heard what the Spirit saith unto the churches. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου τοῦ Θεοῦ. |the one conquering|I will give|to him|to eat|||tree||of life|which|is||||paradise|| To the victor I will give him food from the tree of life, which is in the midst of the garden of God.

**8** ¶ Καὶ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Σμυρναίων γράψον, ¶ Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· |||||of the Smyrnaeans||These things|says||||||who|who became|dead||lived 8 ¶ And to the angel of the church of the Smyrnaeans they wrote, ¶ Thus saith the first and the last, which was dead and lived.

**9** Οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν (πλούσιος δὲ εἶ), καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. I know|||works|||tribulation|||poverty|rich||you are|||blasphemy||those who say|Jews|is|themselves|||are not||synagogue of Satan||Satan 9 Thou sawest thy works, and thy affliction, and thy poverty, (for thou art rich,) and the blasphemy of them that call themselves Jews, and art not but a synagogue of Satan.

**10** μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν· ἰδού, μέλλει βαλεῖν ἐξ ὑμῶν ὁ διάβολος εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα. nothing|fear||you will|suffer|behold|will|to throw|out of|you||devil||prison|in order that|be tested||you will have|tribulation|of ten days|ten 10 Fear not, lest thou suffer: behold, the devil shall put you in prison, that ye may be tempted: and suffer tribulation ten days. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. be|faithful|to the end of|||I will give|||crown of life|of the|life Be faithful unto death, and I will give thee the crown of life.

**11** ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. |||let him hear|||Spirit||| 11 Who hath heard what the Spirit saith unto the churches. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. |the one conquering|not|not|be wronged|||||second death The victor being not wronged by the death of the second.

**12** ¶ Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, ¶ Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· |||||to Pergamum||||||||sword||double-edged||sharp 12 ¶ And to the angel of the church in Pergamos they wrote, ¶ Thus saith he that hath the sword, which is the sharp sword, saying.

**13** οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου, ὁ πιστός, ὃς ἀπεκτάνθη παῤ ὑμῖν, ὅπου κατοικεῖ ὁ Σατανᾶς. I know|||||where|dwell|where||throne||||you hold||||||I will not deny||faith|||||days||which|Antipas||witness|||faithful|who|was killed|among|to you|where|dwells||Satan 13 See thy works, and where thou dwellest, where Satan's throne dwelleth: and thou shalt keep my name, and I will not deny my faith, even in the days of Antipas my witness, the faithful one that was sent unto me, where Satan dwelleth.

**14** ἀλλ̓ ἔχω κατὰ σου ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. ||||a few|||there|holding to||teaching|Balaam|who|taught||Balaak|to put|stumbling block|before||sons|Israel|to eat|food offered to idols||commit sexual immorality 14 But I have a few things against thee, that thou hast there kept the doctrine of Balaam, who taught Balak to make a scandal before the children of Israel, to eat idols, and to commit fornication.

**15** οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν· ὃ μισῶ. thus|||you|holding||teaching||of the Nicolaitans||I hate 15 You also hold to the teaching of the Nicolaitans, which I hate.

**16** μετανόησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ̓ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. repent|||not|I am coming||||I will fight|against|them|||sword of my mouth||of my mouth| 16 Repent: or else come quickly, and I will fight with them in the sword of my mouth.

**17** ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. |having|ear|let him hear|||Spirit||| 17 Who hath heard what the Spirit saith unto the churches. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς ἔγνω εἰ μὴ ὁ λαμβάνων. |winning|I will give||to eat|||manna||hidden||||white stone|white|||||name|new|written||no one|knows|||the|receiving To the victor I will give him food from the manna of the hidden man, and I will give him a white ballot, and on the ballot a new name written, which he that knoweth not, though he that receiveth it know not.

**18** ¶ Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον, ¶ Τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· |||||Thyatira||||||son||||||eyes|||flame||||||like|brass 18 ¶ And to the angel of the church in Thyatira they wrote, ¶ Thus saith the Son of God, which hath his eyes as a flame of fire, and his feet like unto brass;

**19** Οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην καὶ τὴν διακονίαν, καὶ τὴν πίστιν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων. |||||||||service||||||patience||||||||last more than|more than||first works 19 Bless thy works, and love, and service, and faith, and patience, and thy labours, and the abundance of the former things.

**20** ἀλλ̓ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἐᾷς τὴν γυναῖκα Ἰεζαβήλ, τὴν λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκειν καὶ πλανᾶσθαι ἐμοὺς δούλους πορνεῦσαι καὶ εἰδωλόθυτα φαγεῖν. ||||a few||allow||Jezebel|Jezebel||self-proclaimed|herself|prophetess|to teach|and|lead astray|my|my servants|to commit fornication||idolatry|to eat 20 But I have a little to say unto thee, that thou hast the woman of Jezebel, who called herself a prophetess, teaching and deceiving us, and fornicating us servants, and eating idols.

**21** καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ ἐκ τῆς πορνείας αὐτῆς, καὶ οὐ μετενόησεν. |I gave||time|so that|she might repent|||her fornication||and|not|she did not repent 21 And I gave her time to repent of her fornication, and she repented not.

**22** ἰδού, ἐγὼ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ̓ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῶν. behold||cast|her||bed|||adulterers||her||tribulation|great|||they repent|||works| 22 Behold, I will put her into a bed, and those that commit adultery with her into great tribulation, if they repent not of these works.

**23** καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. ||children||I will kill||death||they will know|all|||||||searching|hearts||hearts|||to you|to each||||of you 23 And her children will I have in death: and all the churches shall know that I am he that searcheth kidneys and hearts: and I will give unto you according to your works.

**24** ὑμῖν δὲ λέγω καὶ λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, καὶ οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ Σατανᾶ, ὡς λέγουσιν, Οὐ βαλῶ ἐφ̓ ὑμᾶς ἄλλο βάρος. you||I say||the rest|||Thyatira|as many as||have||teaching|this teaching||who||know||depths|||as|they say||will place|on|you|other|burden 24 And I say unto the rest of the people of Thyatira, which have not this doctrine, and have not known the depths of Satan, as saying, I will lay no other burden upon you.

**25** πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρις οὗ ἂν ἥξω. except||you have|hold fast|until|until|when|I arrive 25 Except ye have kept him until the end.

**26** καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν· ||the one who conquers|||the one who keeps|until|end||works||I will give||authority|||nations 26 And I, the victor, and the keeper of my works unto the end, will give him authority over the Gentiles.

**27** καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά, συντρίβεται· ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου· |he will shepherd|||rod|iron rod|||vessels||ceramic vessels|it is shattered|||I have received|from||father| 27 And he sheweth them in bars of iron: as vessels of potter's ware, so is it broken; as I am good by my father's side.

**28** καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. ||||star||morning star 28 And I will give him the morning star.

**29** ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. |having||let him hear|||||| 29 Let him who is here listen to what the Spirit says to the churches.