×

LingQをより快適にするためCookieを使用しています。サイトの訪問により同意したと見なされます クッキーポリシー.

image

2 Corintios (Koine), 2 Corinthians 1

2 Corinthians 1

2Cor. 1:1 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

1:3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, 4 ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. 5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. 6 εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· 7 καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. 8 οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ̓ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. 9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ̓ ἑαυτοῖς, ἀλλ̓ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται· 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

1:12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ̓ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ̓ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε· 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμέν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.

1:15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον, ἵνα δευτέραν χάριν ἔχητε· 16 καὶ δἰ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ̓ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 τοῦτο οὖν βουλευόμενος, μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παῤ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ; 18 πιστὸς δὲ ὁ Θεός, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. 19 ὁ γὰρ τοῦ Θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δἰ ἡμῶν κηρυχθείς, δἰ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν. 20 ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ ναί, καὶ ἐν αὐτῷ τὸ ἀμήν, τῷ Θεῷ πρὸς δόξαν δἰ ἡμῶν. 21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς, Θεός· 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

1:23 Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.

Learn languages from TV shows, movies, news, articles and more! Try LingQ for FREE

2 Corinthians 1 Corinthians 2 Corinthians 1

2Cor. 2 Corinthians 2Cor. 1:1 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Paul|apostle|of Jesus|Christ|by|will|of God|and|Timothy|the|brother|to the|church|of|God|the|existing|in|Corinth|with|the|saints|all|the|existing|in|all|the|Achaia|grace|to you|and|peace|from|God|father|of us|and|Lord|Jesus|Christ 1:1 Paul, an apostle of Jesus Christ by the will of God, and Timothy our brother, to the church of God which is at Corinth, with all the saints who are in all Achaia: 2 Grace to you and peace from God our Father and the Lord Jesus Christ.

1:3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, 4 ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Blessed|the|God|and|Father|of|Lord|our|Jesus|Christ|the|father|of the|mercies|and|God|of all|comfort|the|who comforts|us|in|every|the|affliction|our|so that|the|to be able|us|to comfort|those|in|every|affliction|through|the|comfort|which|we are comforted|we|by|the|God 1:3 Blessed be the God and Father of our Lord Jesus Christ, the Father of mercies and God of all comfort, 4 who comforts us in all our tribulation, that we may be able to comfort those who are in any trouble, by the comfort with which we ourselves are comforted by God. 5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. that|as|overflows|the|sufferings|of the|Christ|into|us|so|through|Christ|overflows|and|the|encouragement|of us 5 For as the sufferings of Christ abound in us, so our consolation also abounds through Christ. 6 εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· 7 καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. whether|but|we are afflicted|for|the|your|encouragement|and|salvation|the|being accomplished|in|endurance|the|same|sufferings|of which|also|we|suffer|whether||for|the|your|encouragement|and|salvation|and|the|hope|our|certain|for|you|knowing|that|just as|partakers|you are|of the|sufferings|so|and|the|encouragement 6 Whether we are afflicted, it is for your consolation and salvation, which is effective in enduring the same sufferings that we also suffer; or whether we are comforted, it is for your consolation and salvation; 7 and our hope for you is steadfast, knowing that as you are partakers of the sufferings, so you will also be of the consolation. 8 οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ̓ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. not|for|we want|you|to be ignorant|brothers|concerning|the|affliction|of us|the|having happened|to us|in|the|Asia|that|according to|beyond measure|we were weighed down|beyond|our strength|so that|to be utterly at a loss|us|and|of|living 8 For we do not want you to be ignorant, brothers, concerning our affliction which happened to us in Asia, that we were burdened beyond measure, above strength, so that we despaired even of life. 9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ̓ ἑαυτοῖς, ἀλλ̓ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται· 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. but|we|in|ourselves|the|answer|of the|death|we had|in order that|not|trusting|we might be|on|ourselves|but|on|the|God|the|raising|the|dead|who|from|such a great|death|rescued|us|and|rescues|in|whom|we had hoped|that|also|yet|will rescue|being in cooperation|and|your|on behalf of|us|the|prayer|in order that|from|many|faces|the|in|us|gift|through|many|may be thanked|on behalf of|us 9 But we had the sentence of death in ourselves, that we should not trust in ourselves, but in God who raises the dead; 10 who delivered us from so great a death, and does deliver us; in whom we trust that He will still deliver us; 11 you also helping together in prayer for us, that thanks may be given by many persons on our behalf for the gift granted to us through many.

1:12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ̓ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. The|for|boasting|of us|this|is|the|testimony|of the|conscience|of us|that|in|simplicity|and|sincerity|of God|not|in|wisdom|fleshly|but|in|grace|of God|we conducted ourselves|in|the|world|more abundantly|but|toward|you 1:12 For our boasting is this: the testimony of our conscience, that we conducted ourselves in the world in simplicity and godly sincerity, not with fleshly wisdom, but by the grace of God, and more abundantly toward you. 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ̓ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε· 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμέν, καθάπερ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. not|for|other things||to you|but|or|what|you read|or|and|you understand|I hope|but|that|also|until|the end|you will fully know|just as|also|you fully knew|us|in part|part|that|boast|of you|we are|just as|and|you|of us|in|the|day|of the|Lord|Jesus 13 For we are not writing any other things to you than what you read or understand, and I hope you will understand even to the end; 14 as also you have understood us in part, that we are your boast, as you also are ours, in the day of the Lord Jesus.

1:15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον, ἵνα δευτέραν χάριν ἔχητε· 16 καὶ δἰ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ὑφ̓ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. And|in this|the|confidence|I was wishing|to|you|to come|earlier|in order that|second|grace|you might have|and|through|you|to pass through|into|Macedonia|and|again|from|Macedonia|to come|to|you|and|by|you|to be sent forward|into|the|Judea 1:15 And with this confidence, I intended to come to you first, so that you might have a second grace; 16 and to pass through you to Macedonia, and again to come from Macedonia to you, and to be sent on my way by you to Judea. 17 τοῦτο οὖν βουλευόμενος, μή τι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παῤ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ; 18 πιστὸς δὲ ὁ Θεός, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. this|therefore|considering|not|anything|then|by the|lightness|I used|or|what|I am considering|according to|flesh|I am considering|in order that|it may be|with|me|the|yes|yes|and|the|no|no|faithful|but|the|God|that|the|word|of us|the|toward|you|not|became|yes|and|no 17 Therefore, when I was planning this, did I do it lightly? Or the things I plan, do I plan according to the flesh, so that with me there should be yes, yes and no, no? 19 ὁ γὰρ τοῦ Θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δἰ ἡμῶν κηρυχθείς, δἰ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν. the|for|of|God|Son|Jesus|Christ|the|in|you|through|us|preached|through|me|and|Silvanus|and|Timothy|not|became|yes|and|no|but|yes|in|him|has been 19 For the Son of God, Jesus Christ, who was preached among you by us, by me and Silvanus and Timothy, was not yes and no, but in Him was yes. 20 ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ ναί, καὶ ἐν αὐτῷ τὸ ἀμήν, τῷ Θεῷ πρὸς δόξαν δἰ ἡμῶν. as many as|for|promises|of God|in|Him|the|yes|and|in|Him|the|amen|to the|God|for|glory|through|us 20 For all the promises of God in Him are yes, and in Him Amen, to the glory of God through us. 21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς, Θεός· 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. 21 Now He who establishes us with you in Christ and has anointed us is God; 22 who also has sealed us and given us the Spirit in our hearts as a guarantee.

1:23 Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. I|but|witness|the|God|I call upon|against|my|my|soul|that|being sparing|of you|no longer|I came|into|Corinth 1:23 But I call God as my witness against my soul, that I refrained from coming to Corinth because of you. 24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε. not|that|we lord it over|of you|the|faith|but|fellow workers|we are|the|joy|of you|in the|for|faith|you stand 24 Not that we lord it over your faith, but we are workers with you for your joy; for by faith you stand firm.

SENT_CWT:AFkKFwvL=4.46 PAR_TRANS:gpt-4o-mini=2.36 en:AFkKFwvL openai.2025-01-22 ai_request(all=21 err=0.00%) translation(all=17 err=0.00%) cwt(all=490 err=5.71%)