×

LingQ'yu daha iyi hale getirmek için çerezleri kullanıyoruz. Siteyi ziyaret ederek, bunu kabul edersiniz: çerez politikası.

image

Apocalipsis (Koine), Revelation 7

Revelation 7

7·1 ¶ Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον.

2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,

3 λέγων. Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

4 καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδ́ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.

5 ¶ ἐκ φυλῆς Ἰούδα, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Ῥουβήν, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Γάδ, ιβ́ χιλιάδες ἐσφραγισμένοι·

6 ¶ ἐκ φυλῆς Ἀσήρ, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Νεφθαλείμ, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Μανασσῆ· ιβ́ χιλιάδες ἐσφραγισμένοι·

7 ¶ ἐκ φυλῆς Συμεών, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Λευΐ, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Ἰσαχάρ, ιβ́ χιλιάδες ἐσφραγισμένοι·

8 ¶ ἐκ φυλῆς Ζαβουλών, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Ἰωσήφ, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Βενιαμίν, ιβ́ χιλιάδες ἐσφραγισμένοι.

9 ¶ Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·

10 καὶ κράζοντες φωνῇ μεγάλῃ λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ τῷ ἀρνίῳ.

11 καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ,

12 λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

13 ¶ Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον;

14 καὶ εἴρηκα αὐτῷ, Κύριε, σὺ οἶδας. καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.

15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ̓ αὐτούς.

16 οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ̓ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα·

17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζώσας πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

Learn languages from TV shows, movies, news, articles and more! Try LingQ for FREE

Revelation 7 Revelation Offenbarung 7 Revelation 7

**7·1** ¶ Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον. and|after|after this||four|angels|standing|on|the|four|corners|of the|earth|holding|the|four|winds|of the|earth|that|not|blows|wind|on|of the|earth|nor|on|of the|of the sea|nor|on|all|tree 7-1 ¶ And after these things I saw four angels sitting on the four corners of the earth, holding the four winds of the earth, that there should be no wind upon the earth, nor upon the sea, nor upon any tree.

**2** καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, ||another|angel|ascending||of the east|of the sun|having|seal||of the living||cried||||four|angels|to whom|was given||to do harm|||||sea 2 And I saw another angel ascending out of the east, having the seal of the living God: and he cried out a great voice unto the four angels, which were given unto them to judge the earth and the sea,

**3** λέγων. saying 3 words. Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. not|do injustice to||||||||trees|until||we seal||slaves||||||foreheads| Strike not the earth, nor the sea, nor the trees, till we have sealed the servants of our God upon their foreheads.

**4** καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδ́ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. |||number||of the sealed|five|thousands|sealed||of every|of the tribe|of the sons| 4 And I heard the number of them that were sealed, thousands of thousands, sealed of all the tribes of the children of Israel.

**5** ¶ ἐκ φυλῆς Ἰούδα, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Ῥουβήν, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Γάδ, ιβ́ χιλιάδες ἐσφραγισμένοι· |||12||sealed||of the tribe||||sealed|||Gad|||sealed 5 ¶ Of the tribe of Judah, seventy thousand sealed; ¶ Of the tribe of Reuben, seventy thousand sealed; ¶ Of the tribe of Gad, seventy thousand sealed.

**6** ¶ ἐκ φυλῆς Ἀσήρ, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Νεφθαλείμ, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Μανασσῆ· ιβ́ χιλιάδες ἐσφραγισμένοι· ||||||||Naphtali|12|||||Manasseh||| 6 Of the tribe of Asher, seven thousand sealed; of the tribe of Naphtali, seven thousand sealed; of the tribe of Manasseh, seven thousand sealed.

**7** ¶ ἐκ φυλῆς Συμεών, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Λευΐ, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Ἰσαχάρ, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ||Simeon||||||Levi||||||Issachar||| 7 Of the tribe of Simeon, seventy thousand sealed; of the tribe of Levi, seventy thousand sealed; of the tribe of Issachar, seventy thousand sealed.

**8** ¶ ἐκ φυλῆς Ζαβουλών, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Ἰωσήφ, ιβ́ χιλιάδες ἐσφραγισμένοι· ¶ ἐκ φυλῆς Βενιαμίν, ιβ́ χιλιάδες ἐσφραγισμένοι. ||Zebulun||||||Joseph||||||Benjamin|||sealed 8 Of the tribe of Zebulun, seventy thousand sealed; of the tribe of Joseph, seventy thousand sealed; of the tribe of Benjamin, seventy thousand sealed.

**9** ¶ Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· |||||a crowd|great|whom|to number||no one|was able||of every|||of tribes||of nations||of languages|standing|before|||||||clothed|of the robes|white||palms||the|with their hands| 9 ¶ After these things I saw, and behold a great multitude, which no man could number, of all nations, and kindreds, and people, and tongues, gathered before the throne, and before the Lamb, clothed in white robes, and palm trees in their midst.

**10** καὶ κράζοντες φωνῇ μεγάλῃ λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ τῷ ἀρνίῳ. |crying|||||salvation||||||||||| 10 And they cried with a loud voice, saying, Salvation to us who sit on the throne, and to the Lamb.

**11** καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ, |all|||stood|around|||||||||||fell|before||||their faces|||worshiped|| 11 And all the angels stood round about the throne, and the elders, and the four beasts, and fell down before the throne upon their faces, and worshipped God,

**12** λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |||||||||wisdom|||thanksgiving||||||power|||strength|||||||| 12 Saying, Amen; Blessing, and glory, and wisdom, and thanksgiving, and honour, and power, and might, and strength unto us for ever and ever. ἀμήν. Amen.

**13** ¶ Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον; |answered||||elders|||These||clothed|||||who|||from where|have come 13 ¶ And he answered one of the elders, and said unto me, Who are these that are clothed in white robes, and whence came they?

**14** καὶ εἴρηκα αὐτῷ, Κύριε, σὺ οἶδας. |I have said||Lord|you|know 14 And I said unto him, Lord, thou art thyself. καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου. |said||These|||coming|||of the tribulation||||washed||robes|||made them white|them||||| And he said unto me, These are they which came out of the great tribulation, and have put on their garments, and have loosed them in the blood of the lamb.

**15** διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ̓ αὐτούς. |this|they are|before the throne||||||they worship||||night|||temple||||||||will dwell||them 15 Therefore shall they come before the throne of God, and shall worship him day and night in his temple: and he that sitteth upon the throne shall worship them.

**16** οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ̓ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα· not|they will hunger|anymore|nor|they will thirst||nor||falls|||||||heat 16 Let them not hunger, neither let them be roasted, neither let the sun fall upon them, neither let any fire fall upon them.

**17** ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζώσας πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. ||lamb||in the|in the midst of|||will shepherd|||will guide|||living|fountains|of waters||will wipe away||||tears|||| 17 That the Lamb which is in the midst of the throne shall shepherd them, and lead them over a living fountain of waters, and God shall wipe away all tears from their eyes.